Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τούτῳ γὰρ κατέλιπεν ὁ πατὴρ οὐσίαν, ἀφ᾽ ἧς ἕτερος μὲν κἂν1 ἐλῃτούργει, οὗτος δὲ οὐδ᾽ αὑτῷ διαφυλάξαι ἐδυνήθη: οἰκίαν μὲν ὄπισθεν τῆς πόλεως, ἐσχατιὰν δὲ Σφηττοῖ, Ἀλωπεκῆσι δ᾽ ἕτερον χωρίον, χωρὶς δὲ οἰκέτας δημιουργοὺς τῆς σκυτοτομικῆς τέχνης ἐννέα ἢ δέκα, ὧν ἕκαστος τούτῳ δύ᾽ ὀβολοὺς ἀποφορὰν ἔφερε τῆς ἡμέρας, ὁ δ᾽ ἡγεμὼν τοῦ ἐργαστηρίου τριώβολον: ἔτι δὲ πρὸς τούτοις γυναῖκα ἀμόργινα ἐπισταμένην ἐργάζεσθαι καὶ ἔργα λεπτὰ εἰς τὴν ἀγορὰν ἐκφέρουσαν, καὶ ἄνδρα ποικιλτήν, καὶ ὀφείλοντάς τινας αὐτῷ ἀργύριον, καὶ ἔπιπλα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.