Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ μὲν τοίνυν ἦν ὁ ἀγὼν οὑτοσὶ ἐν πόλει ἐκκλήτῳ, ὑμᾶς ἂν ἔγωγε ἠξίωσα μάρτυράς μοι γενέσθαι, τοὺς ἄριστα εἰδότας ὅτι ἀληθῆ λέγω: εἰ δ᾽ ὁ μὲν ἀγών ἐστιν Ἀθήνησιν, οἱ δ᾽ αὐτοὶ δικασταί μοι καὶ μάρτυρές ἐστε τῶν λόγων, ἐμοὶ μὲν ἀναμιμνῄσκειν προσήκει, ὑμᾶς δέ μοι μὴ ἀπιστεῖν. καὶ γὰρ ἔμοιγε δοκεῖ Τίμαρχος οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ αὑτοῦ μόνον ἐσπουδακέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων τῶν ταὐτὰ διαπεπραγμένων αὐτῷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.