Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔστιν οὖν ὅστις ἂν ἐμαρτύρησεν, ἢ κατήγορος ὃς ἐνεχείρησ᾽ ἂν1 τοιαύτην ποιεῖσθαι τὴν ἀπόδειξιν τοῦ πράγματος; οὐ δῆτα. τί οὖν; ἀπέφυγον οἱ κρινόμενοι; μὰ τὸν Ἡρακλέα, ἐπεὶ θανάτῳ ἐζημιώθησαν, πολὺ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω ἔλαττον ἁμάρτημα ἡμαρτηκότες τουτουὶ τοῦ ἀνθρώπου: ἐκεῖνοι μέν γε οἱ ταλαίπωροι οὐ δυνάμενοι γῆρας ἅμα καὶ πενίαν ἀμύνεσθαι, τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν, ταύταις ἐχρήσαντο ταῖς συμφοραῖς, οὗτος δ᾽ οὐκ ἐθέλων τὴν ἑαυτοῦ βδελυρίαν κατέχειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.