Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὡς δ᾽ ἐπεμνήσθη τῶν οἰκοπέδων καὶ τῶν λάκκων, οὐδ᾽ ἀναλαβεῖν αὑτοὺς ἐδύνασθε. ἔνθα δὴ καὶ παρέρχεται Πύρρανδρος ἐπιτιμήσων ὑμῖν, καὶ ἤρετο τὸν δῆμον, εἰ οὐκ αἰσχύνοιντο γελῶντες παρούσης τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου. ὑμεῖς δ᾽ ἐξεβάλλετε αὐτὸν ὑπολαμβάνοντες: ‘ἴσμεν, ὦ Πύρρανδρε, ὅτι οὐ δεῖ γελᾶν τούτων ἐναντίον: ἀλλ᾽ οὕτως ἰσχυρόν ἐστιν ἡ ἀλήθεια, ὥστε πάντων ἐπικρατεῖν τῶν ἀνθρωπίνων λογισμῶν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.