Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπειδὴ τοίνυν ὁ Μισγόλας τῇ τε δαπάνῃ ἀπεῖπε καὶ τοῦτον ἐξέπεμψε παρ᾽ ἑαυτοῦ, μετὰ τοῦτο1 ἀναλαμβάνει αὐτὸν Ἀντικλῆς Καλλίου Εὐωνυμεύς. οὗτος μὲν οὖν ἄπεστιν ἐν Σάμῳ μετὰ τῶν κληρούχων: ἀλλὰ τὰ μετὰ ταῦτα ἐρῶ. ὡς γὰρ ἀπηλλάγη παρὰ τοῦ Ἀντικλέους καὶ τοῦ Μισγόλα Τίμαρχος οὑτοσί, οὐκ ἐνουθέτησεν ἑαυτόν, οὐδὲ βελτιόνων διατριβῶν ἥψατο, ἀλλὰ διημέρευεν ἐν τῷ κυβείῳ, οὗ ἡ τηλία τίθεται καὶ τοὺς ἀλεκτρυόνας συμβάλλουσιν καὶ κυβεύουσιν: ἤδη γὰρ οἶμαί τινας ὑμῶν ἑωρακέναι, εἰ δὲ μή, ἀλλ᾽ ἀκηκοέναι γε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.