Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὗτος γὰρ πάντων μὲν πρῶτον, ἐπειδὴ ἀπηλλάγη ἐκ παίδων, ἐκάθητο ἐν Πειραιεῖ ἐπὶ τοῦ Εὐθυδίκου ἰατρείου, προφάσει μὲν τῆς τέχνης μαθητής, τῇ δ᾽ ἀληθείᾳ πωλεῖν αὑτὸν προῃρημένος, ὡς αὐτὸ τοὖργον ἔδειξεν. ὅσοι μὲν οὖν τῶν ἐμπόρων ἢ τῶν ἄλλων ξένων ἢ τῶν πολιτῶν τῶν ἡμετέρων κατ᾽ ἐκείνους τοὺς χρόνους ἐχρήσαντο τῷ σώματι τῷ1 Τιμάρχου, ἑκὼν καὶ τούτους ὑπερβήσομαι, ἵνα μή τις εἴπῃ ὡς ἄρα λίαν ἀκριβολογοῦμαι ἅπαντα: ὧν δ᾽ ἐν ταῖς οἰκίαις γέγονε καταισχύνων τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὴν πόλιν, μισθαρνῶν ἐπ᾽ αὐτῷ τούτῳ ὃ ἀπαγορεύει ὁ νόμος μὴ πράττειν ἢ μηδὲ δημηγορεῖν, περὶ τούτων ποιήσομαι τοὺς λόγους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.