Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑμέτερον δ᾽ ἐστὶν ἔργον πρὸς ταῦτα ἀντιτετάχθαι, καὶ πανταχῇ παρακολουθοῦντας μηδαμῇ παρεκκλίνειν αὐτὸν ἐᾶν, μηδὲ τοῖς ἐξαγωνίοις1 λόγοις διισχυρίζεσθαι: ἀλλ᾽ ὥσπερ ἐν ταῖς ἱπποδρομίαις εἰς τὸν τοῦ πράγματος αὐτὸν δρόμον εἰσελαύνετε. κἂν ταῦτα ποιῆτε, οὐ καταφρονηθήσεσθε, καὶ τὴν αὐτὴν ἕξετε γνώμην νομοθετοῦντες καὶ δικάζοντες: εἰ δὲ μή, δόξετε μελλόντων μὲν γίγνεσθαι τῶν ἀδικημάτων προαισθάνεσθαι καὶ ὀργίζεσθαι, γεγονότων δὲ οὐκέτι φροντίζειν.
1 ἐξαγωνίοις Blass (Suidas) : ἔξω τοῦ ἀγῶνος MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.