ὡς τοίνυν ἐξῆν αὐτῷ σωθῆναι μὴ τιμωρησαμένῳ τὸν τοῦ Πατρόκλου θάνατον, ἀνάγνωθι ἃ λέγει ἡ Θέτις.
“ ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ᾽ ἀγορεύεις:
αὐτίκα γάρ τοι ἔπειτα μεθ᾽ Ἕκτορα πότμος ἑτοῖμος.
τὴν δ᾽ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς:
αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἑταίρῳ
κτεινομένῳ ἐπαμῦναι, ὅ μοι πολὺ φίλτατος ἔσκεν.
”Hom. Il. 18.95-99