Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μετὰ ταῦτα ὡς ἐπανῆθεν ἡ βουλὴ εἰς τὸ βουλευτήριον, ἐξεφυλλοφόρησε μὲν αὐτόν, ἐν δὲ τῇ ψήφῳ κατεδέξατο. ὅτι δ᾽ οὐ παρέδωκε δικαστηρίῳ οὐδ᾽ ἐξήλασεν ἐκ τοῦ βουλευτηρίου, ἄχθομαι μὲν λέγων, ἀνάγκη δ᾽ ἐστὶν εἰπεῖν, ὅτι τῆς δωρεᾶς ἀπέτυχε.1 μὴ τοίνυν φανῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ μὲν βουλῇ χαλεπήναντες καὶ πεντακοσίους ἄνδρας τῶν πολιτῶν ἀστεφανώτους ποιήσαντες, ὅτι τοῦτον οὐκ ἐτιμωρήσατο, αὐτοὶ δὲ ἀφῆτε, καὶ τὸν τῇ βουλῇ μὴ συνενεγκόντα ῥήτορα, τοῦτον τῷ δήμῳ περιποιήσητε.
1 ἀπέτυχε Weidner : οὐκ ἔτυχε or ἀπετύγχανε MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.