previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
730 κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο
χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δ᾽ ἐπέθηκε Ποσειδέων
χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος
735ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.

ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
πόντου τ᾽ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
ἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ ἔασιν
ἀργαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,
740χάσμα μέγ᾽, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
οὖδας ἵκοιτ᾽, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,
ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ
ἀργαλέη: δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι
τοῦτο τέρας. Νυκτὸς δ᾽ ἐρεβεννῆς οἰκία δεινὰ
745ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.
τῶν πρόσθ᾽ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν
ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν
ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι
ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν
750χάλκεον: μὲν ἔσω καταβήσεται, δὲ θύραζε
ἔρχεται, οὐδέ ποτ᾽ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,
ἀλλ᾽ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα
γαῖαν ἐπιστρέφεται, δ᾽ αὖ δόμου ἐντὸς ἐοῦσα
μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστ᾽ ἂν ἵκηται,
755 μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
δ᾽ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.
Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.

ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί᾽ ἔχουσιν,
Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί: οὐδέ ποτ᾽ αὐτοὺς
760 Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
οὐρανὸν εἲς ἀνιὼν οὐδ᾽ οὐρανόθεν καταβαίνων.
τῶν δ᾽ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης
ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,
τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ
765 νηλεὲς ἐν στήθεσσιν: ἔχει δ᾽ ὃν πρῶτα λάβῃσιν
ἀνθρώπων: ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: