previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κινησίας

915εἰς ἐμὲ τράποιτο: μηδὲν ὅρκου φροντίσῃς.

Μυρρίνη

φέρε νυν ἐνέγκω κλινίδιον νῷν.

Κινησίας
μηδαμῶς.
ἀρκεῖ χαμαὶ νῷν.

Μυρρίνη
μὰ τὸν Ἀπόλλω μή σ᾽ ἐγὼ
καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.

Κινησίας

τοι γυνὴ φιλεῖ με, δήλη 'στὶν καλῶς.

Μυρρίνη

920ἰδοὺ κατάκεισ᾽ ἀνύσας τι, κἀγὼ 'κδύομαι.
καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ᾽ ἐξοιστέα.

Κινησίας

ποία ψίαθος; μὴ μοί γε.

Μυρρίνη
νὴ τὴν Ἄρτεμιν,
αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.

Κινησίας
δός μοί νυν κύσαι.

Μυρρίνη

ἰδού.

Κινησίας
παπαιάξ: ἧκέ νυν ταχέως πάνυ.

Μυρρίνη

925ἰδοὺ ψίαθος: κατάκεισο, καὶ δὴ 'κδύομαι.
καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.

Κινησίας

ἀλλ᾽ οὐδὲ δέομ᾽ ἔγωγε.

Μυρρίνη
νὴ Δί᾽ ἀλλ᾽ ἐγώ.

Κινησίας

ἀλλ᾽ τὸ πέος τόδ᾽ Ἡρακλῆς ξενίζεται.

Μυρρίνη

ἀνίστασ᾽, ἀναπήδησον. ἤδη πάντ᾽ ἔχω.

Κινησίας

930ἅπαντα δῆτα. δεῦρό νυν χρύσιον.

Μυρρίνη

τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν:
μή μ᾽ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.

Κινησίας

νὴ Δί᾽ ἀπολοίμην ἆρα.

Μυρρίνη
σισύραν οὐκ ἔχεις.

Κινησίας

μὰ Δί᾽ οὐδὲ δέομαί γ᾽, ἀλλὰ βινεῖν βούλομαι.

Μυρρίνη

935ἀμέλει ποιήσεις τοῦτο: ταχὺ γὰρ ἔρχομαι.

Κινησίας

ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.

Μυρρίνη

ἔπαιρε σαυτόν.

Κινησίας
ἀλλ᾽ ἐπῆρται τοῦτό γε.

Μυρρίνη

βούλει μυρίσω σε;

Κινησίας
μὰ τὸν Ἀπόλλω μὴ μέ γε.

Μυρρίνη

νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γ᾽ ἤν τε μή.

Κινησίας

940εἴθ᾽ ἐκχυθείη τὸ μύρον Ζεῦ δέσποτα.

Μυρρίνη

πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών.

Κινησίας

οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,
εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.

Μυρρίνη

τάλαιν᾽ ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον.

Κινησίας

945ἀγαθόν: ἔα αὔτ᾽ δαιμονία.

Μυρρίνη
ληρεῖς ἔχων.

Κινησίας

κάκιστ᾽ ἀπόλοιθ᾽ πρῶτος ἑψήσας μύρον.

Μυρρίνη

λαβὲ τόνδε τὸν ἀλάβαστον.

Κινησίας
ἀλλ᾽ ἕτερον ἔχω.
ἀλλ᾽ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε
μηδέν.

Μυρρίνη
ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.
950ὑπολύομαι γοῦν. ἀλλ᾽ ὅπως φίλτατε
σπονδὰς ποιεῖσθαι ψηφιεῖ.

Κινησίας
βουλεύσομαι.
ἀπολώλεκέν με κἀπιτέτριφεν γυνὴ
τά τ᾽ ἄλλα πάντα κἀποδείρασ᾽ οἴχεται.

load focus English (Jack Lindsay)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: