previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λυσιστράτη

175ἀλλ᾽ ἔστι καὶ τοῦτ᾽ εὖ παρεσκευασμένον:
καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.

Λαμπιτώ

180παντᾷ κ᾽ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.

Λυσιστράτη

τί δῆτα ταῦτ᾽ οὐχ ὡς τάχιστ᾽ Λαμπιτοῖ
ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;

Λαμπιτώ

πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.

Λυσιστράτη

καλῶς λέγεις. ποῦ 'σθ᾽ Σκύθαινα; ποῖ βλέπεις;
185θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,
καί μοι δότω τὰ τόμιά τις.

Καλονίκη
Λυσιστράτη
τίν᾽ ὅρκον ὁρκώσεις ποθ᾽ ἡμᾶς;

Λυσιστράτη
ὅντινα;
εἰς ἀσπίδ᾽, ὥσπερ φάσ᾽ ἐν Αἰσχύλῳ ποτέ,
μηλοσφαγούσας.

Καλονίκη
μὴ σύ γ᾽ Λυσιστράτη
190εἰς ἀσπίδ᾽ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.

Λυσιστράτη

τίς ἂν οὖν γένοιτ᾽ ἂν ὅρκος;

Καλονίκη
εἰ λευκόν ποθεν
ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.

Λυσιστράτη

ποῖ λευκὸν ἵππον;

Καλονίκη
ἀλλὰ πῶς ὀμούμεθα
ἡμεῖς;

Λυσιστράτη
ἐγώ σοι νὴ Δί᾽, ἢν βούλῃ, φράσω.
195θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,
μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
ὀμόσωμεν ἐς τὴν κύλικα μὴ 'πιχεῖν ὕδωρ.

Λαμπιτώ

φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.

Λυσιστράτη

φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.

Μυρρίνη

200 φίλταται γυναῖκες, κεραμεὼν ὅσος.

Καλονίκη

ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.

Λυσιστράτη

καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.

Καλονίκη

205εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.

Λαμπιτώ

καὶ μὰν ποτόδδει γ᾽ ἁδὺ ναὶ τὸν Κάστορα.

Μυρρίνη

ἐᾶτε πρώτην μ᾽ γυναῖκες ὀμνύναι.

Καλονίκη

μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.

Λυσιστράτη

λάζυσθε πᾶσαι τῆς κύλικος Λαμπιτοῖ:
210λεγέτω δ᾽ ὑπὲρ ὑμῶν μί᾽ ἅπερ ἂν κἀγὼ λέγω:
ὑμεῖς δ᾽ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.
οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ᾽ ἀνήρ

Καλονίκη

οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ᾽ ἀνήρ

Λυσιστράτη

ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.

load focus English (Jack Lindsay)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: