Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορὸς Ἀθηναίων
πρόσαγε χορόν, ἔπαγε δὲ Χάριτας,
1280ἐπὶ δὲ κάλεσον Ἄρτεμιν,
ἐπὶ δὲ δίδυμον ἀγέχορον
Ἰήιον
εὔφρον᾽, ἐπὶ δὲ Νύσιον,
ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται,
1285Δία τε πυρὶ φλεγόμενον, ἐπί τε
πότνιαν ἄλοχον ὀλβίαν:
εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι
χρησόμεθ᾽ οὐκ ἐπιλήσμοσιν
Ἡσυχίας πέρι τῆς ἀγανόφρονος,
1290ἣν ἐποίησε θεὰ Κύπρις.
ἀλαλαὶ ἰὴ παιήων:
αἴρεσθ᾽ ἄνω ἰαί,
ὡς ἐπὶ νίκῃ ἰαί.
εὐοῖ εὐοῖ, εὐαί εὐαί.