previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Λυσιστράτη

ἀλλ᾽ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις
ὀργῶντας ἀλλήλων τε μὴ 'κπειρωμένους.
τάχα δ᾽ εἴσομαι 'γώ. ποῦ 'στιν Διαλλαγή;
1115πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς,
καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδ᾽ αὐθαδικῇ,
μηδ᾽ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτ᾽ ἔδρων,
ἀλλ᾽ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ,
ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.
1120ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε,
οὗ δ᾽ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.
ἄνδρες Λάκωνες στῆτε παρ᾽ ἐμὲ πλησίον,
ἐνθένδε δ᾽ ὑμεῖς, καὶ λόγων ἀκούσατε.
ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ᾽ ἔνεστί μοι,
1125αὐτὴ δ᾽ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω,
τοὺς δ᾽ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους
πολλοὺς ἀκούσασ᾽ οὐ μεμούσωμαι κακῶς.
λαβοῦσα δ᾽ ὑμᾶς λοιδορῆσαι βούλομαι
κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος
1130βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς
Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖπόσους
εἴποιμ᾽ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;)
ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι
Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.
1135εἷς μὲν λόγος μοι δεῦρ᾽ ἀεὶ περαίνεται.

Ἀθηναῖος

ἐγὼ δ᾽ ἀπόλλυμαί γ᾽ ἀπεψωλημένος.

Λυσιστράτη

εἶτ᾽ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,
οὐκ ἴσθ᾽ ὅτ᾽ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ
Λάκων Ἀθηναίων ἱκέτης καθέζετο
1140ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι
στρατιὰν προσαιτῶν; δὲ Μεσσήνη τότε
ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.
ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις
Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.
1145ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο
δῃοῦτε χώραν, ἧς ὑπ᾽ εὖ πεπόνθατε;

Ἀθηναῖος

ἀδικοῦσιν οὗτοι νὴ Δί᾽ Λυσιστράτη.

Λάκων

ἀδικίομες: ἀλλ᾽ πρωκτὸς ἄφατον ὡς καλός.

Λυσιστράτη

ὑμᾶς δ᾽ ἀφήσειν τοὺς Ἀθηναίους μ᾽ οἴει;
1150οὐκ ἴσθ᾽ ὅθ᾽ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ
κατωνάκας φοροῦντας ἐλθόντες δορὶ
πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,
πολλοὺς δ᾽ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,
ξυνεκμαχοῦντες τῇ τόθ᾽ ἡμέρᾳ μόνοι,
1155κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης
τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;

load focus English (Jack Lindsay)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: