previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χρησμολόγος

ἀλλ᾽ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι
ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, —

Πισθέταιρος

τί οὖν προσήκει δῆτ᾽ ἐμοὶ Κορινθίων;

Χρησμολόγος

970ᾐνίξαθ᾽ Βάκις τοῦτο πρὸς τὸν ἀέρα.
πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν:
ὃς δέ κ᾽ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης,
τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα

Πισθέταιρος

ἔνεστι καὶ τὰ πέδιλα;

Χρησμολόγος
λαβὲ τὸ βιβλίον.
975καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρ᾽ ἐπιπλῆσαι.

Πισθέταιρος

καὶ σπλάγχνα διδόν᾽ ἔνεστι;

Χρησμολόγος
λαβὲ τὸ βιβλίον.
κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθ᾽ ὡς ἐπιτέλλω,
αἰετὸς ἐν νεφέλῃσι γενήσεαι: αι᾽ δέ κε μὴ δῷς,
οὐκ ἔσει οὐ τρυγὼν οὐδ᾽ αἰετὸς οὐ δρυκολάπτης.

Πισθέταιρος

980καὶ ταῦτ᾽ ἔνεστ᾽ ἐνταῦθα;

Χρησμολόγος
λαβὲ τὸ βιβλίον.

Πισθέταιρος

οὐδὲν ἄρ᾽ ὅμοιός ἐσθ᾽ χρησμὸς τουτῳί,
ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην:
αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν
λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ,
985δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ

Χρησμολόγος

οὐδὲν λέγειν οἶμαί σε.

Πισθέταιρος
λαβὲ τὸ βιβλίον.
καὶ φείδου μηδὲν μηδ᾽ αἰετοῦ ἐν νεφέλῃσιν,
μήτ᾽ ἢν Λάμπων μήτ᾽ ἢν μέγας Διοπείθης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (4 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 8.77
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: