Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἔποψ
καλεῖς δὲ τοῦ κλύειν θέλων; Χορός
τίνες ποθ᾽ οἵδε καὶ πόθεν; Ἔποψ
ξείνω σοφῆς ἀφ᾽ Ἑλλάδος. Χορός
410τύχη δὲ ποία κομίζει
ποτ᾽ αὐτὼ πρὸς ὄρνιθας
ἐλθεῖν; Ἔποψ
ἔρως
βίου διαίτης τε καὶ
σοῦ ξυνοικεῖν τέ σοι
415καὶ ξυνεῖναι τὸ πᾶν. Χορός
τί φῄς;
λέγουσι δὴ τίνας λόγους; Ἔποψ
ἄπιστα καὶ πέρα κλύειν. Χορός
ὁρᾷ τι κέρδος ἐνθάδ᾽ ἄξιον
μονῆς, ὅτῳ πέποιθ᾽
ἐμοὶ ξυνὼν
420κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ
φίλοισιν ὠφελεῖν ἔχειν; Ἔποψ
λέγει μέγαν τιν᾽ ὄλβον οὔτε
λεκτὸν οὔτε πιστόν: ὡς
σὰ γὰρ τὰ πάντα ταῦτα καὶ
425τὸ τῇδε καὶ τὸ κεῖσε καὶ
τὸ δεῦρο προσβιβᾷ λέγων. Χορός
πότερα μαινόμενος; Ἔποψ
ἄφατον ὡς φρόνιμος. Χορός
ἔνι σοφόν τι φρενί; Ἔποψ
430πυκνότατον κίναδος,
σόφισμα κύρμα τρῖμμα παιπάλημ᾽ ὅλον. Χορός
λέγειν λέγειν κέλευέ μοι.
κλύων γὰρ ὧν σύ μοι λέγεις
λόγων ἀνεπτέρωμαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.