previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Συκοφάντης

1410ὄρνιθες τίνες οὐδὲν ἔχοντες πτεροποίκιλοι,
τανυσίπτερε ποικίλα χελιδοῖ;

Πισθέταιρος

τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.
ὅδ᾽ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.

Συκοφάντης

1415τανυσίπτερε ποικίλα μάλ᾽ αὖθις.

Πισθέταιρος

ἐς θοἰμάτιον τὸ σκόλιον ᾁδειν μοι δοκεῖ,
δεῖσθαι δ᾽ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.

Συκοφάντης

τίς πτερῶν δεῦρ᾽ ἐστὶ τοὺς ἀφικνουμένους;

Πισθέταιρος

ὁδὶ πάρεστιν: ἀλλ᾽ ὅτου δεῖ χρὴ λέγειν.

Συκοφάντης

1420πτερῶν πτερῶν δεῖ: μὴ πύθῃ τὸ δεύτερον.

Πισθέταιρος

μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;

Συκοφάντης

μὰ Δί᾽ ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς
καὶ συκοφάντης

Πισθέταιρος
μακάριε τῆς τέχνης.

Συκοφάντης

καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼν
1425κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος.

Πισθέταιρος

ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον;

Συκοφάντης

μὰ Δί᾽ ἀλλ᾽ ἵν᾽ οἱ λῃσταί τε μὴ λυπῶσί με,
μετὰ τῶν γεράνων τ᾽ ἐκεῖθεν ἀναχωρῶ πάλιν,
ἀνθ᾽ ἕρματος πολλὰς καταπεπωκὼς δίκας.

Πισθέταιρος

1430τουτὶ γὰρ ἐργάζει σὺ τοὔργον; εἰπέ μοι,
νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους;

Συκοφάντης

τί γὰρ πάθω; σκάπτειν γὰρ οὐκ ἐπίσταμαι.

Πισθέταιρος

ἀλλ᾽ ἔστιν ἕτερα νὴ Δί᾽ ἔργα σώφρονα,
ἀφ᾽ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ
1435ἐκ τοῦ δικαίου μᾶλλον δικορραφεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: