previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

ἀλλὰ ποῦ ποτ᾽ ἦν ἀφ᾽ ἡμῶν τὸν πολὺν τοῦτον χρόνον
ἥδε; τοῦθ᾽ ἡμᾶς δίδαξον θεῶν εὐνούστατε.


Ἑρμῆς

σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε
ῥήματ᾽, εἰ βούλεσθ᾽ ἀκοῦσαι τήνδ᾽ ὅπως ἀπώλετο.
605πρῶτα μὲν γὰραὐτῆς ἦρξενΦειδίας πράξας κακῶς:
εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης,
τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον,
πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν.
ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος,
610ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ
πάντας Ἕλληνας δακρῦσαι, τούς τ᾽ ἐκεῖ τούς τ᾽ ἐνθάδε.
ὡς δ᾽ ἅπαξτὸ πρῶτον ἄκουσ᾽ἐψόφησεν ἄμπελος
καὶ πίθος πληγεὶς ὑπ᾽ ὀργῆς ἀντελάκτισεν πίθῳ,
οὐκέτ᾽ ἦν οὐδεὶς παύσων, ἥδε δ᾽ ἠφανίζετο.

Τρυγαῖος

615ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω 'γὼ 'πεπύσμην οὐδενός,
οὐδ᾽ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.

Χορός

οὐδ᾽ ἔγωγε πλήν γε νυνί. ταῦτ᾽ ἄρ᾽ εὐπρόσωπος ἦν,
οὖσα συγγενὴς ἐκείνου. πολλά γ᾽ ἡμᾶς λανθάνει.

Ἑρμῆς

κᾆτ᾽ ἐπειδὴ 'γνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε
620ἠγριωμένους ἐπ᾽ ἀλλήλοισι καὶ σεσηρότας,
πάντ᾽ ἐμηχανῶντ᾽ ἐφ᾽ ὑμῖν τοὺς φόρους φοβούμεναι,
κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.
οἱ δ᾽ ἅτ᾽ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι
τήνδ᾽ ἀπορρίψαντες αἰσχρῶς τὸν πόλεμον ἀνήρπασαν:
625κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά:
αἱ γὰρ ἐνθένδ᾽ αὖ τριήρεις ἀντιτιμωρούμεναι
οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.

Τρυγαῖος

ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου
ἐξέκοψαν, ἣν ἐγὼ 'φύτευσα κἀξεθρεψάμην.

Χορός

630νὴ Δί᾽ μέλ᾽ ἐνδίκως γε δῆτ᾽, ἐπεὶ κἀμοῦ λίθον
ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.

Ἑρμῆς

κᾆτα δ᾽ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς,
τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν,
ἀλλ᾽ ἅτ᾽ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας
635ἔβλεπεν πρὸς τοὺς λέγοντας: οἱ δὲ γιγνώσκοντες εὖ
τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων,
τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν,
πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ,
τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους,
640αἰτίας ἂν προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδου.
εἶτ᾽ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδι᾽ ἐσπαράττετε:
πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη,
ἅττα διαβάλοι τις αὐτῇ, ταῦτ᾽ ἂν ἥδιστ᾽ ἤσθιεν.
οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθ᾽ οἱ ξένοι
645χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα,
ὥστ᾽ ἐκείνους μὲν ποιῆσαι πλουσίους, δ᾽ Ἑλλὰς ἂν
ἐξερημωθεῖσ᾽ ἂν ὑμᾶς ἔλαθε. ταῦτα δ᾽ ἦν δρῶν
βυρσοπώλης.

Τρυγαῖος
παῦε παῦ᾽ δέσποθ᾽ Ἑρμῆ, μὴ λέγε,
ἀλλ᾽ ἔα τὸν ἄνδρ᾽ ἐκεῖνον οὗπερ ἔστ᾽ εἶναι κάτω:
650οὐ γὰρ ἡμέτερος ἔτ᾽ ἔστ᾽ ἐκεῖνος ἁνὴρ ἀλλὰ σός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: