Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
385μηδαμῶς ὦ δέσποθ᾽ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,
εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρ᾽ ἐμοῦ γε κατεδηδοκώς,
τοῦτο μὴ φαῦλον νόμιζ᾽ ἐν τῷδε τῷ νῦν πράγματι. Τρυγαῖος
οὐκ ἀκούεις οἷα θωπεύουσί σ᾽ ὦναξ δέσποτα; Χορός
390†μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν,†
ὥστε τήνδε μὴ λαβεῖν:
ἀλλὰ χάρισ᾽ ὦ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων,
395εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.
καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι
διὰ παντὸς ὦ δέσποτ᾽ ἀγαλοῦμεν ἡμεῖς ἀεί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.