previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλλαντοπώλης

1060τὰς πυέλους φησὶν καταλήψεσθ᾽ ἐν βαλανείῳ.

Δῆμος

ἐγὼ δ᾽ ἄλουτος τήμερον γενήσομαι;

Ἀλλαντοπώλης

οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
ἀλλ᾽ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
χρησμός, σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.

Δῆμος

1065προσέχω: σὺ δ᾽ ἀναγίγνωσκε, τοῖς ναύταισί μου
ὅπως μισθὸς πρῶτον ἀποδοθήσεται.

Ἀλλαντοπώλης

Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.
οἶσθ᾽ τι ἐστὶν τοῦτο;

Δῆμος
Φιλόστρατος κυναλώπηξ.

Ἀλλαντοπώλης

1070οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί:
ταύτας ἀπαυδᾷ μὴ διδόναι σ᾽ Λοξίας.

Δῆμος

πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;

Ἀλλαντοπώλης
ὅπως;
ὅτι τριήρης ἐστὶ χὠ κύων ταχύ.

Δῆμος

1075πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;

Ἀλλαντοπώλης

ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.

Δῆμος

εἶεν:
τούτοις μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;

Ἀλλαντοπώλης

ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
1080ἀλλ᾽ ἔτι τόνδ᾽ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι
χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.

Δῆμος

ποίαν Κυλλήνην;

Ἀλλαντοπώλης
τὴν τούτου χεῖρ᾽ ἐποίησεν
Κυλλήνην ὀρθῶς, ὁτιή φησ᾽, ‘ἔμβαλε κυλλῇ.’

Κλέων

οὐκ ὀρθῶς φράζει: τὴν Κυλλήνην γὰρ Φοῖβος
1085ἐς τὴν χεῖρ᾽ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.

Ἀλλαντοπώλης

καὶ γὰρ ἐμοί: καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
χὤτι γ᾽ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.

Κλέων

1090ἀλλ᾽ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει θεὸς αὐτὴ
τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.

Ἀλλαντοπώλης

νὴ Δία καὶ γὰρ ἐγώ: καί μοὐδόκει θεὸς αὐτὴ
ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ 'πικαθῆσθαι:
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
1095ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.

Δῆμος

ἰοὺ ἰού.
οὐκ ἦν ἄρ᾽ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.

Κλέων

1100μήπω γ᾽, ἱκετεύω σ᾽, ἀλλ᾽ ἀνάμεινον, ὡς ἐγὼ
κριθὰς ποριῶ σοι καὶ βίον καθ᾽ ἡμέραν.

Δῆμος

οὐκ ἀνέχομαι κριθῶν ἀκούων: πολλάκις
ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.

Κλέων

ἀλλ᾽ ἄλφιτ᾽ ἤδη σοι ποριῶ 'σκευασμένα.

Ἀλλαντοπώλης

1105ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας
καὶ τοὔψον ὀπτόν: μηδὲν ἄλλ᾽ εἰ μὴ 'σθιε.

Δῆμος

ἀνύσατέ νυν τι περ ποιήσεθ᾽: ὡς ἐγώ,
ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,
τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.

Κλέων

1110τρέχοιμ᾽ ἂν εἴσω πρότερος.

Ἀλλαντοπώλης
οὐ δῆτ᾽ ἀλλ᾽ ἐγώ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), ASAMINTHUS
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: