This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
γένοιτο δ᾽ ἄν μοι κἀκεῖνο τῶν χαλεπωτάτων, εἰ παρωρμηκὼς ἐμαυτὸν εὐνοϊκῶς ἔχειν σοι τὴν ἐναντίαν γνώμην μεταλαβεῖν ἀναγκασθείην, οἷα δὴ ὑπολαμβάνων παρεωρᾶσθαι καὶ πεφενακίσθαι. κἂν μὴ φῶ, νόμιζέ μ᾽ οὕτως ἕξειν.