This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οὐ τοίνυν μόνον ταῖς παρὰ τῶν θεῶν μαντείαις ἀγαθὴν οὖσαν εὑρήσεθ᾽ ᾗ κέχρησθε τύχῃ, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἔργων θεωροῦντες, ἂν ἐξετάζητ᾽ ὀρθῶς. ὑμεῖς γὰρ εἰ μὲν ὡς ἄνθρωποι τὰ πράγματα βούλεσθε θεωρεῖν, εὐτυχεστάτην εὑρήσετ᾽ ἀφ᾽ ὧν ἐγὼ συνεβούλευσα τὴν πόλιν γεγονυῖαν: εἰ δ᾽ ἃ τοῖς θεοῖς ἐξαίρεθ᾽ ὑπάρχει μόνοις, τούτων ἀξιώσετε τυγχάνειν, ἀδυνάτων ἐφίεσθε.