This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἀκούω περὶ ἐμοῦ Θηραμένην ἄλλους τε λόγους βλασφήμους εἰρηκέναι καὶ δυστυχίαν προφέρειν. τὸ μὲν οὖν τοῦτον ἀγνοεῖν ὅτι λοιδορίας, ἣ μηδεμίαν κακίαν, καθ᾽ ὅτου λέγεται, δείκνυσιν, οὐδέν ἐστ᾽ ὄφελος παρ᾽ εὖ φρονοῦσιν ἀνθρώποις, οὐχὶ θαυμάζω: τὸν γὰρ θρασὺν μὲν τῷ βίῳ, μὴ πολίτην δὲ τὴν φύσιν, ἐν ἐργαστηρίῳ δὲ τεθραμμένον ἐκ παιδός, αἰσθάνεσθαί τι τῶν τοιούτων ἀλογώτερον ἦν ἢ μὴ συνιέναι.