Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
νῦν τοίνυν ἅπαντες ἀκούοντες τοὺς υἱεῖς αὐτοῦ δεδέσθαι τὸν μὲν τεθνεῶτ᾽ ἐλεοῦσιν, τοῖς παισὶν δ᾽ ὡς ἀνάξια πάσχουσιν συνάχθονται, ὑμῖν δ᾽ ἐπιτιμῶσιν πικρῶς, ὡς οὐκ ἂν τολμήσαιμι γράφειν ἐγώ: ἃ γὰρ ἄχθομαι τοῖς λέγουσι καὶ ἀντιλέγω καθ᾽ ὅσον δύναμαι βοηθῶν ὑμῖν, ταῦτ᾽ ἄχρι μὲν τοῦ δῆλον ὑμῖν ποιῆσαι ὅτι πολλοὶ μέμφονται, συμφέρειν ὑμῖν νομίζων εἰδέναι, γέγραφα, ἀκριβῶς δὲ διεξιέναι δυσχερὲς κρίνω.