Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. περὶ μὲν τῶν κατ᾽ ἐμαυτόν, ἅ μοι παρ᾽ ὑμῶν ἐνόμιζον δίκαιον εἶναι γενέσθαι, τὴν προτέραν ἐπιστολὴν ἔπεμψα πρὸς ὑμᾶς: ὑπὲρ ὧν, ὅταν ὑμῖν δοκῇ, τότε συγχωρήσετε. περὶ δ᾽ ὧν νῦν ἐπέσταλκα, βουλοίμην ἂν ὑμᾶς μὴ παριδεῖν, μηδὲ πρὸς φιλονικίαν, ἀλλὰ πρὸς τὸ δίκαιον ἀκοῦσαι. συμβαίνει γάρ μοι, καίπερ ἐκποδὼν διατρίβοντι, πολλῶν ἀκούειν ἐπιτιμώντων ὑμῖν τοῖς περὶ τοὺς Λυκούργου παῖδας γιγνομένοις.