Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ἔτι τοίνυν τὸ μὲν μὴ δίκαιον εἶναι τὴν ἐναντίαν δόξαν ἔχειν ὧς περὶ ζῶντος εἴχετ᾽ ἐκείνου, καὶ τὸ τῶν τετελευτηκότων ἢ τῶν παρόντων πλείω ποιεῖσθαι λόγον δίκαιον εἶναι, καὶ πάντα τὰ τοιαῦτα, ἐάσω: παρὰ γὰρ πᾶσιν ὁμολογεῖσθαι ταῦθ᾽ ὑπείληφα: ὅσοις μέντοι πατρικὰς εὐεργεσίας ἀπεμνημονεύσατε τῶν ἄλλων, ἡδέως ἂν ἴδοιμ᾽ ὑμᾶς ἀναμνησθέντας, οἷον τοῖς Ἀριστείδου καὶ τοῖς Θρασυβούλου καὶ τοῖς Ἀρχίνου καὶ πολλῶν ἑτέρων ἀπογόνοις.