Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
εἰ δὲ Μοιροκλῆς ἀποκρίνεται ταῦτα μὲν σοφώτερ᾽ ἢ καθ᾽ ἑαυτὸν εἶναι, ἵνα δὲ μὴ ἀποδρῶσιν, αὐτὸς αὐτοὺς δῆσαι, ἐρωτήσατ᾽ αὐτόν, ἡνίκα Ταυρέας καὶ Πάταικος καὶ Ἀριστογείτων καὶ αὐτὸς εἰς τὸ δεσμωτήριον παραδοθέντες οὐ μόνον οὐκ ἐδέδεντο, ἀλλὰ καὶ ἐδημηγόρουν, τί δήποτ᾽ οὐχ ἑώρα τὰ δίκαια ταῦτα.