Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
πάντα τοίνυν τὰ προειρημέν᾽ ἐλάττω νομίζω τῆς συνεχοῦς καὶ καθ᾽ ἡμέραν πολιτείας, ἐν ᾗ παρεῖχον ἐμαυτὸν ἐγὼ πολιτευόμενον, οὐδεμιᾶς ὀργῆς οὐδὲ δυσμενείας οὐδ᾽ ἀδίκου πλεονεξίας οὔτε κοινῆς οὔτ᾽ ἰδίας προϊστάμενος, οὐδὲ συκοφαντήσας οὐδένα πώποτ᾽ οὔτε πολίτην οὔτε ξένον, οὐδὲ καθ᾽ ὑμῶν ἰδίᾳ δεινὸς ὤν, ἀλλ᾽ ὑπὲρ ὑμῶν, εἴ τι δεήσειεν, ἐξεταζόμενος δημοσίᾳ.