Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ὃ δέ, πολλῶν ὄντων καὶ μεγάλων ἐφ᾽ οἷς εἰκότως ἐπέρχεταί μοι παρρησιάζεσθαι, μέγιστον ἡγοῦμαι, οὐκ ὀκνήσω γράψαι πρὸς ὑμᾶς, ὅτι ἐν ἅπαντι τῷ αἰῶνι τῶν μνημονευομένων ἀνθρώπων δεινοτάτου γεγενημένου Φιλίππου καὶ δι᾽ ὁμιλίας πεῖσαι προσέχειν αὑτῷ τὸν νοῦν ὡς βούλοιτο, καὶ διαφθεῖραι χρήμασι τοὺς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων γνωρίμους, ἐγὼ μόνος οὐδετέρου τούτων ἡττήθην,