Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
μηδεὶς δ᾽ ὑμῶν ἡγείσθω μ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μήτ᾽ ἀνανδρίᾳ μήτ᾽ ἄλλῃ προφάσει φαύλῃ μηδεμιᾷ παρ᾽ ὅλην τὴν ἐπιστολὴν ὀδύρεσθαι. ἀλλὰ τοῖς παροῦσιν ἕκαστος ἀφθόνως χρῆται, ἐμοὶ δὲ ταῦτα νῦν πάρεστιν, ὡς μήποτ᾽ ὤφελεν, λῦπαι καὶ δάκρυα καὶ τῆς πατρίδος καὶ ὑμῶν πόθος καὶ ὧν πέπονθα λογισμός, ἃ πάντα ποιεῖ μ᾽ ὀδύρεσθαι: ἃ ἐπισκοποῦντες δικαίως, <ὡς> ἐν οὐδενὶ τῶν πεπολιτευμένων ὑπὲρ ὑμῶν, οὔτε μαλακίαν οὔτ᾽ ἀνανδρίαν προσοῦσαν εὑρήσετέ μοι.