Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ὅπως οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μηκέτι πλείω χρόνον τοῖς παροῦσι κακοῖς συνέχωμαι, ψηφίσασθέ μοι ταῦθ᾽ ἃ καὶ ἄλλοις τισὶν ἤδη, ἵνα μήτ᾽ ἀνάξιον ὑμῶν μηδέν μοι συμβῇ, μήθ᾽ ἱκέτης ἑτέρων ἀναγκασθῶ γενέσθαι: οὐδὲ γὰρ ὑμῖν τοῦτο γένοιτ᾽ ἂν καλόν. ἐπεὶ εἴ γέ μοι τὰ πρὸς ὑμᾶς ἀδιάλλακτα ὑπάρχει, τεθνάναι μοι κρεῖττον ἦν.