Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
ἐπολιτευόμην γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅπως ἀλλήλων ὑμεῖς περιγενήσεσθε σκοπῶν, οὐδ᾽ ἐφ᾽ ἑαυτὴν ἀκονῶν τὴν πόλιν, ἀλλ᾽ ἀφ᾽ ὧν δόξαν καὶ μεγαλοψυχίαν ὑμῖν ὑπάρξειν ἐνόμιζον. ἐφ᾽ οἷς ἅπασι μέν, μάλιστα δὲ τοῖς νέοις, ἄγασθαι προσήκει, καὶ σκοπεῖν μὴ μόνον τὸν διακονήσοντα πρὸς χάριν πάντ᾽ ἐν τῇ πολιτείᾳ (τούτου μὲν γὰρ οὐδέποτ᾽ ἔστ᾽ ἀπορῆσαι), ἀλλὰ καὶ τὸν ἐπ᾽ εὐνοίᾳ περὶ ὧν ἂν ἀγνοῆτ᾽ ἐπιτιμήσοντα.