Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ὁ γὰρ τοιοῦτος φόβος τοὺς συνειδότας αὑτοῖς, ὡς ἀναγκαίοις τοῖς καθεστηκόσι καὶ κίνδυνον ἔχουσι πρόδηλον προθύμους συναγωνιστὰς ποιεῖ: ἀφεθέντες δὲ τοῦ δέους τούτου πάντες ἠπιώτεροι γενήσονται. τοῦτο δ᾽ οὐ μικρὰν ὠφέλειαν ἔχει. κατὰ μὲν δὴ πόλεις τὰ τοιαῦτ᾽ εὔηθες προλέγειν, μᾶλλον δ᾽ οὐδ᾽ ἐν δυνατῷ: ὡς δ᾽ ἂν ὑμῖν αὐτοῖς ὀφθῆτε χρώμενοι, τοιαύτην καὶ κατὰ τῶν ἄλλων προσδοκίαν παραστήσεθ᾽ ἑκάστοις.