Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ὡς τὴν ἔκδειαν ὧν ἂν ἐλλίπηθ᾽ ὑμεῖς, οὐχ εὑρήσετε τοὺς ἀναπληρώσοντας: οὐδὲ τὸν αὐτὸν ἔχει κίνδυνον, περὶ ὧν ἐφ᾽ ὑμῖν ἐστιν ὅπως ἂν βούλησθε πρᾶξαι μεταβουλεύεσθαι πολλάκις, καὶ περὶ ὧν ἂν ἐνστῇ πόλεμος: ἀλλ᾽ ἡ περὶ τούτων μετάγνωσις ἧττα τῆς προαιρέσεως γίγνεται. μὴ δὴ ποιήσητε τοιοῦτο μηδέν, ἀλλ᾽ ὅ τι πράξετε γενναίως καὶ ἑτοίμως ταῖς ψυχαῖς,