Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
τούτους δ᾽ ὑμᾶς δεῖ γενέσθαι. τούς θ᾽ ἡγεμόνας, δι᾽ ὧν ἀνάγκη τὰ πράγματα πράττεσθαι, ὡς εὐνουστάτους ἐπὶ τὰς δυνάμεις ἐφίστατε: καὶ ὅ τι ποιεῖν αὐτὸς ἕκαστος ὑμῶν δυνήσεται καὶ βουλήσεται, τοῦτο πρὸς αὑτὸν εἰπάτω καὶ ὑποσχέσθω. καὶ τοῦθ᾽ ὅπως μὴ ψεύσεται, μηδ᾽ ἐξηπατῆσθαι μηδὲ πεισθῆναι παρακρουσθεὶς φήσας ἀναδύσεται.