Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἡ μὲν οὖν ὑμετέρα προθυμία παντὸς ἀξία καὶ τοιαύτη πάρεστιν οἵαν ἄν τις εὔξαιτ᾽ εὔνους ὢν τῇ πόλει: νῦν δ᾽ ὅσῳ τυγχάνει σπουδαιοτέρα, τοσούτῳ δεῖ μᾶλλον προϊδεῖν ὅπως εἰς δέον καταχρήσεσθ᾽ αὐτῇ. οὐδενὸς γὰρ εὐδοκιμεῖ πράγματος ἡ προαίρεσις, ἂν μὴ καὶ τὸ τέλος συμφέρον καὶ καλὸν λάβῃ. ἐγὼ δ᾽ οἶδά ποτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, παρ᾽ ὑμῖν ἀκούσας ἀνδρὸς οὔτ᾽ ἀνοήτου δοκοῦντος εἶναι οὔτ᾽ ἀπείρου πολέμου,