Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐχὶ τὸν αὐτὸν εἶναι καιρὸν ὑπείληφ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τε χαρίζεσθαι καὶ τοῦ τὰ δοκοῦντά μοι βέλτιστα παραινεῖν. πολλάκις γὰρ ὁρῶ τὸ χαρίζεσθαί τι παρὰ γνώμην πλείον᾽ ἀπέχθειαν ἐνεγκὸν τοῦ τὸ πρῶτον ἐναντιωθῆναι. εἰ μὲν οὖν ἅπαντες ἐγιγνώσκετε ταὐτά, οὔτ᾽ ἄν, εἴ μοι τὰ δέοντ᾽ ἐδοκεῖτε προαιρεῖσθαι, παρῆλθον, περίεργον ἡγούμενος τοῖς ἀφ᾽ αὑτῶν ἃ χρὴ ποιοῦσι λέγειν, οὔτ᾽ ἂν εἰ τοὐναντίον: μᾶλλον γὰρ ἂν ἡγησάμην ἕν᾽ ὄντ᾽ ἐμαυτὸν ἀγνοεῖν τὰ κράτιστ᾽ ἢ πάντας ὑμᾶς.