Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀλλ᾽ οὐ δὴ τὰ μέγιστά γε χρὴ παρορᾶν. τὰ μὲν οὖν ἄλλα πάντ᾽ ἐστὶν ἐλάττω: ὅταν δ᾽ ὑπὲρ πολιτείας καὶ σφαγῶν καὶ δήμου καταλύσεως εὐχερῶς ἀκούητε, πῶς οὐκ ἔξω χρὴ τοῦ φρονεῖν ὑμᾶς [αὐτοὺς] ἡγεῖσθαι; οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι τοῖς ἑτέρων παραδείγμασι χρώμενοι μᾶλλον εὐλαβεῖς αὐτοὶ γίγνονται: ὑμεῖς δ᾽ οὐδὲ τὰ τοῖς ἄλλοις συμβαίνοντ᾽ ἀκούοντες φοβηθῆναι δύνασθε, ἀλλ᾽ ἃ τοὺς ἰδίᾳ περιμένοντας ἀβελτέρους νομίζετε, ταῦτ᾽ αὐτοὶ δημοσίᾳ μοι δοκεῖτ᾽ ἀναμένειν παθόντες αἰσθέσθαι.