Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οὔτε γὰρ ἐχθροτέρους οὔτ᾽ ἀναγκαίους μᾶλλον ἐχθροὺς ἂν τούτων εὕροιτε. ὅσῳ γὰρ πλείω παρακρουόμενοι πλεονεκτοῦσιν, τοσούτῳ πλειόνων ὀφείλειν ἡγοῦνται δίκην δοῦναι: οὐδεὶς δ᾽ ἂν γένοιτ᾽ εὔνους τούτοις ὑφ᾽ ὧν ἄν τι κακὸν πείσεσθαι προσδοκᾷ. τοῦ μὲν οὖν κατηγορεῖν ἴσως οὐχ ὁ παρὼν καιρός: ἃ δ᾽ ἡγοῦμαι συμφέρειν ὑμῖν, ταῦτα συμβουλεύσω.