Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρῶτον μὲν οὐ πάνυ θαυμαστόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ μὴ ῥᾳδίους τοῖς συμβουλεύειν βουλομένοις εἶναι τοὺς λόγους: ὅταν γὰρ τὰ πράγματ᾽ ἔχῃ φαύλως περὶ ὧν δεῖ σκοπεῖν, δυσχερεῖς ἀνάγκη περὶ αὐτῶν εἶναι καὶ τὰς συμβουλίας. εἰ μὲν οὖν ἐκ τοῦ μὴ 'θέλειν ἀκούειν ἐλπὶς ταῦτα γενέσθαι βελτίω, τοῦτο χρὴ πράττειν: εἰ δὲ χείρω μὲν ἅπαντα, βέλτιον δ᾽ οὐδὲν ἐκ τούτου γενήσεται, τί δεῖ, πρὸς τὸ φαυλότατον ἐλθεῖν ἐάσαντας, ἐκ πλείονος ἢ νῦν καὶ χαλεπωτέρως σῴζειν πειρᾶσθαι, ἐξὸν ἐκ τῶν παρόντων ἔτι καὶ νῦν ἐπανορθώσασθαι καὶ προαγαγεῖν ἐπὶ τὸ βέλτιον;