Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὑμῖν δ᾽ ἄν τις εἰκότως ἐπιτιμήσειεν, ἄνδρες Ἀθηναῖοι, ὅτι ὁπόταν περί του βουλεύησθε, οὐκ ἐᾶτε λέγειν ἕκαστον ἃ γιγνώσκει, ἀλλ᾽ ἂν ἕτεροι τῷ λόγῳ προλάβωσιν ὑμᾶς, οὐδὲν ἂν τῶν ἑτέρων ἀκούσαιτε. ἐκ δὲ τούτου συμβαίνει πρᾶγμ᾽ ἀηδὲς ὑμῖν. οἷς γὰρ πρὶν ἁμαρτεῖν ὑμῖν ἐξῆν συμβουλεύουσιν πείθεσθαι, τούτους ὕστερον κατηγοροῦντας ἐπαινεῖτε.