Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρῶτον μὲν οὐδέν ἐστιν καινόν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς δόξασιν παρ᾽ ὑμῖν εἶναί τινας οἵτινες ἀντεροῦσιν, ἐπειδὰν πράττειν τι δέῃ. εἰ μὲν οὖν ἀποδόντων ὑμῶν λόγον αὐτοῖς, ὅτ᾽ ἐβουλεύεσθε, τοῦτ᾽ ἐποίουν, τούτων ἂν ἦν ἄξιον κατηγορεῖν, εἰ περὶ ὧν ἥττηντ᾽ ἐβιάζοντο πάλιν λέγειν: νῦν δὲ τούτους μὲν οὐδέν ἐστ᾽ ἄτοπον εἰπεῖν βουληθῆναι ταῦθ᾽ ἃ τότ᾽ οὐχ ὑπεμείνατ᾽ ἀκοῦσαι,