Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἄξιον δ᾽ εἶναί μοι δοκεῖ διὰ ταῦτα τοῖς θεοῖς χάριν ὑμᾶς ἔχειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους μισεῖν. τὸ μὲν γὰρ ὁρᾶν τούτους τὸν Ῥοδίων δῆμον, τὸν πολὺ τούτων ποτ᾽ ἀσελγεστέρους λόγους λέγοντα πρὸς ὑμᾶς, ἱκέτην ὑμέτερον γεγενημένον εὐτύχημ᾽ εἶναι νομίζω τῆς πόλεως: τὸ δὲ τοὺς ἀνοήτους τούτους μήτε τοῦτο λογίζεσθαι, παρὸν οὕτως ἐναργὲς ἰδεῖν, μήθ᾽ ὅτι πολλάκις καθ᾽ ἕν᾽ αὐτῶν ἕκαστον ὑμεῖς σεσῴκατε, καὶ πλείω πράγματ᾽ ἐσχήκατε τὴν τούτων θρασύτητα καὶ κακοδαιμονίαν ἐπανορθοῦντες, ἐπειδὰν δι᾽ ἑαυτοὺς ἀνέλωνται πόλεμον, ἢ τὰ ὑμέτερ᾽ αὐτῶν πράττοντες, τοῦτο παμπόλλην ὑμῖν ὀργὴν εἰκότως ἂν παραστῆσαί μοι δοκεῖ.