Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ καὶ μηδὲν ἄλλο τις, ὦ ἄνδρες Ἀθηναῖοι, πρότερον παρ᾽ ὑμῖν εἰρηκὼς εἴη, νῦν γε λέγων περὶ ὧν οὐκ ὀρθῶς ἐγκαλοῦσιν οἱ πρέσβεις τῇ πόλει, παρὰ πάντων ἄν μοι δοκεῖ δικαίως συγγνώμης τυχεῖν. καὶ γὰρ ἐν ἄλλοις μέν τισιν ἡττᾶσθαι τῶν ἐναντίων οὐχ οὕτως ὄνειδος ὡς ἀτύχημ᾽ ἂν φανείη: καὶ γὰρ τῇ τύχῃ καὶ τοῖς ἐφεστηκόσι καὶ πολλοῖς μέτεστι τοῦ καλῶς ἢ μὴ ἀγωνίσασθαι: ἐν δὲ τῷ τὰ δίκαι᾽ ὑπὲρ αὑτῶν μὴ ἔχειν ἀξίως τῶν ὑπαρχόντων εἰπεῖν αὐτῆς τῆς γνώμης τῆς τῶν τοῦτο παθόντων τὸ ὄνειδος εὑρήσομεν.