Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ μὲν τῶν παρόντων, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων τῇ πόλει, καίπερ οὐκ ἐχόντων ὡς δεῖ, οὐ πάνυ μοὶ δοκεῖ τῶν χαλεπῶν εἶναι ζητῆσαι τί ἄν τις πράξας βελτίω ποιήσειεν. ὅντινα μέντοι χρὴ τρόπον πρὸς ὑμᾶς εἰπεῖν περὶ αὐτῶν, τοῦτο παμπόλλην δυσκολίαν ἔχειν νομίζω, οὐχ ὡς οὐ συνησόντων ὅ τι ἄν τις λέγῃ, ἀλλ᾽ οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον ἢ τὰ βέλτιστα τοῖς πράγμασιν συνειθίσθαι μοι δοκεῖτ᾽ ἀκούειν, ὥστε δέδοικα μὴ τῷ νῦν τὰ βέλτιστ᾽ εἰπόντι, ἣν τοῖς ἐξηπατηκόσιν προσῆκεν ἀπέχθειαν ὑπάρχειν παρ᾽ ὑμῶν, ταύτην ἀπενέγκασθαι συμβῇ.