Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἴσως ἐπίφθονον ἄν τισιν, ὦ ἄνδρες Ἀθηναῖοι, δόξειεν εἶναι, εἴ τις ὢν ἰδιώτης καὶ τῶν πολλῶν ὑμῶν εἷς, ἑτέρων συμβεβουλευκότων, οἳ καὶ τῷ πάλαι πολιτεύεσθαι καὶ τῷ παρ᾽ ὑμῖν δόξαν ἔχειν προέχουσιν, παρελθὼν εἴποι, ὅτι οὐ μόνον αὑτῷ δοκοῦσιν οὐκ ὀρθῶς λέγειν, ἀλλ᾽ οὐδ᾽ ἐγγὺς εἶναι τοῦ τὰ δέοντα γιγνώσκειν. οὐ μὴν ἀλλ᾽ ἔγωγ᾽ οὕτω σφόδρ᾽ οἶμαι μᾶλλον ὑμῖν συμφέροντ᾽ ἐρεῖν τούτων, ὥστ᾽ οὐκ ὀκνήσω πάνθ᾽ ἃ τυγχάνουσιν εἰρηκότες, ἄξια μηδενὸς εἶναι φῆσαι. νομίζω δὲ καὶ ὑμᾶς ὀρθῶς ἂν ποιεῖν, εἰ μὴ τὸν λέγοντα, ἀλλὰ τὰ συμβουλευόμενα σκοποῖτε. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν παρ᾽ ὑμῶν εὔνοιαν μή τισιν, ὥσπερ ἐκ γένους, ἀλλὰ τοῖς τὰ βέλτιστ᾽ ἀεὶ λέγουσιν ὑπάρχειν.