Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[61]
τοιοῦτον οὖν ἀγωνιζόμενοι ἀγῶνα δεόμεθ᾽ ὑμῶν ἐπικουρεῖν ἡμῖν, καὶ δεῖξαι πᾶσιν ὅτι, κἂν παῖς κἂν γέρων κἂν ἡντινοῦν ἡλικίαν ἔχων ἥκῃ πρὸς ὑμᾶς κατὰ τοὺς νόμους, οὗτος τεύξεται πάντων τῶν δικαίων. καλὸν γάρ, ὦ ἄνδρες δικασταί, μήτε τοὺς νόμους μήθ᾽ ὑμᾶς αὐτοὺς ἐπὶ τοῖς λέγουσι ποιεῖν, ἀλλ᾽ ἐκείνους ἐφ᾽ ὑμῖν, καὶ χωρὶς κρίνειν τούς τ᾽ εὖ καὶ σαφῶς καὶ τοὺς τὰ δίκαια λέγοντας: περὶ γὰρ τούτου τὴν ψῆφον ὀμωμόκατ᾽ οἴσειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.