Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
οὐκοῦν ὅτι μὲν καὶ τὰ πρὸς μητρός εἰμ᾽ ἀστὸς καὶ τὰ πρὸς πατρός, τὰ μὲν ἐξ ὧν ἄρτι μεμαρτύρηται μεμαθήκατε πάντες, τὰ δ᾽ ἐξ ὧν πρότερον περὶ τοῦ πατρός. λοιπὸν δέ μοι περὶ ἐμαυτοῦ πρὸς ὑμᾶς εἰπεῖν, τὸ μὲν ἁπλούστατον οἶμαι καὶ δικαιότατον, ἐξ ἀμφοτέρων ἀστῶν ὄντα με, κεκληρονομηκότα καὶ τῆς οὐσίας καὶ τοῦ γένους, εἶναι πολίτην: οὐ μὴν ἀλλὰ καὶ τὰ προσήκοντα πάντ᾽ ἐπιδείξω μάρτυρας παρεχόμενος, ὡς εἰσήχθην εἰς τοὺς φράτερας, ὡς ἐνεγράφην εἰς τοὺς δημότας, ὡς ὑπ᾽ αὐτῶν τούτων προὐκρίθην ἐν τοῖς εὐγενεστάτοις κληροῦσθαι τῆς ἱερωσύνης τῷ Ἡρακλεῖ, ὡς ἦρχον ἀρχὰς δοκιμασθείς. καί μοι κάλει αὐτούς.“Μάρτυρες”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.