Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἀπὸ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσιν πάλιν κατ᾽ αὐτό πως τὸ Λεωκόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν. ὡς δ᾽ ἀνεμείχθημεν, εἷς μὲν αὐτῶν, ἀγνώς τις, Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον, Κόνων δ᾽ οὑτοσὶ καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ Ἀνδρομένους υἱὸς ἐμοὶ προσπεσόντες τὸ μὲν πρῶτον ἐξέδυσαν, εἶθ᾽ ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι, τοὺς δ᾽ ὀφθαλμοὺς συγκλεῖσαι: οὕτω δὲ κακῶς ἔχοντα κατέλιπον, ὥστε μήτ᾽ ἀναστῆναι μήτε φθέγξασθαι δύνασθαι. κείμενος δ᾽ αὐτῶν ἤκουον πολλὰ καὶ δεινὰ λεγόντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.