Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
τί γὰρ ἄν; ἀλλ᾽ ὑφ᾽ οὗ γε πρώτου ἐπλήγην καὶ μάλισθ᾽ ὑβρίσθην, τούτῳ καὶ δικάζομαι καὶ μισῶ καὶ ἐπεξέρχομαι. καὶ τὰ μὲν παρ᾽ ἐμοῦ πάνθ᾽ οὕτως ἐστὶν ἀληθῆ καὶ φαίνεται: τούτῳ δὲ μὴ παρασχομένῳ τούτους μάρτυρας ἦν δήπου λόγος οὐδείς, ἀλλ᾽ ἑαλωκέναι παραχρῆμ᾽ ὑπῆρχε σιωπῇ. συμπόται δ᾽ ὄντες τούτου καὶ πολλῶν τοιούτων ἔργων κοινωνοὶ εἰκότως τὰ ψευδῆ μεμαρτυρήκασιν. εἰ δ᾽ ἔσται τὸ πρᾶγμα τοιοῦτον, ἐὰν ἅπαξ ἀπαναισχυντήσωσίν τινες καὶ τὰ ψευδῆ φανερῶς τολμήσωσι μαρτυρεῖν, οὐδὲν δὲ τῆς ἀληθείας ὄφελος, πάνδεινον ἔσται πρᾶγμα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.